Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 55.18 Dem. 55.20 (English) >>Dem. 55.23

55.19ταῦτα τοίνυν ἐγὼ πάσχων ὑπὸ τούτων καὶ πόλλʼ ἕτερα καὶ δεινά, μὴ ὅτι δίκην λαβών, ἀλλὰ μὴ προσοφλὼν ἀγαπήσαιμʼ ἄν. εἰ μὲν γὰρ ἦν, ἄνδρες δικασταί, χαράδρα πάλιν ὑποδεχομένη, τάχʼ ἂν ἠδίκουν ἐγὼ μὴ δεχόμενος, ὥσπερ ἀνʼ ἕτερʼ ἄττα τῶν χωρίων εἰσὶν ὁμολογούμεναι χαράδραι· καὶ ταύταις δέχονται μὲν οἱ πρῶτοι, καθάπερ τοὺς ἐκ τῶν οἰκιῶν χειμάρρους, παρὰ τούτων δʼ ἕτεροι παραλαμβάνουσιν ὡσαύτως· ταύτῃ δʼ οὔτε παραδίδωσιν οὐδεὶς οὔτε παρʼ ἐμοῦ παραλαμβάνει. 55.20πῶς ἂν οὖν εἴη τοῦτο χαράδρα; τὸ δʼ εἰσπεσὸν ὕδωρ ἔβλαψεν οἶμαι πολλάκις ἤδη πολλοὺς μὴ φυλαξαμένους, ἔβλαψε δὲ καὶ νῦν τουτονί. καὶ πάντων ἐστὶν δεινότατον, εἰ Καλλικλῆς μὲν εἰς τὸ χωρίον εἰσπεσόντος τοῦ ὕδατος ἁμαξιαίους λίθους προσκομίσας ἀποικοδομεῖ, τοῦ δὲ πατρός, ὅτι τοῦτο παθόντος τοῦ χωρίου περιῳκοδόμησεν, ὡς ἀδικοῦντος ἐμοὶ βλάβης εἴληχε δίκην. καίτοι εἰ ὅσοι κακῶς πεπόνθασιν ὑπὸ τῶν ὑδάτων τῶν ταύτῃ ῥεόντων ἐμοὶ λήξονται δίκας, οὐδὲ πολλαπλάσια γενόμενα τὰ ὄντʼ ἐξαρκέσειεν ἄν μοι. 55.21τοσοῦτον τοίνυν διαφέρουσιν οὗτοι τῶν ἄλλων, ὥστε πεπονθότες μὲν οὐδέν, ὡς αὐτίχʼ ὑμῖν ἐγὼ σαφῶς ἐπιδείξω, πολλῶν δὲ πολλὰ καὶ μεγάλα βεβλαμμένων, μόνοι δικάζεσθαι τετολμήκασιν οὗτοί μοι. καίτοι πᾶσι μᾶλλον ἐνεχώρει τοῦτο πράττειν. οὗτοι μὲν γάρ, εἰ καί τι πεπόνθασιν, αὐτοὶ διʼ αὑτοὺς βεβλαμμένοι συκοφαντοῦσιν· ἐκεῖνοι δέ, εἰ καὶ μηδὲν ἄλλο, τοιαύτην γʼ οὐδεμίαν αἰτίαν ἔχουσιν. ἀλλʼ ἵνα μὴ πάνθʼ ἅμα συνταράξας λέγω, λαβέ μοι τὰς τῶν γειτόνων μαρτυρίας.Μαρτυρίαι



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 55.18 Dem. 55.20 (English) >>Dem. 55.23

Powered by PhiloLogic